Add parallel Print Page Options

Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, [a]νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ [b]ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς [c]αὐτοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:8 νεκροὺς ἐγείρετε WH Treg NIV ] RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 ῥάβδον WH Treg NIV ] ῥάβδους RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 10:10 αὐτοῦ WH Treg NIV ] + ἐστιν RP